- 텍스트

Plutarch, Antony, chapter 38

(플루타르코스, Antony, chapter 38)

πρῶτον μὲν οὖν αὐτοῦ δεον ἐν Ἀρμενίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν στρατόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυμένον πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χειμαδίων Πάρθους ἐάρος ἀρχῇ Μηδίαν καταλαβεῖν, οὐκ ἠνέσχετο τὸν χρόνον, ἀλλ εὐθὺς ἦγεν ἐν ἀριστερᾷ λαβὼν Ἀρμενίαν, καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος ἐπόρθει τὴν χώραν.? ἔπειτα μηχανημάτων αὐτῷ πρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαις ἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸς ἦν ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνεχώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι διὰ τὸ τὴν ἄνω χώραν πᾶν ξύλον ἀγεννὲς εἰς μῆκος καὶ μαλθακὸν ἐκφέρειν, ἐπειγόμενος ὡς ἐμπόδια τοῦ ταχύνειν ἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν ἡγεμόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲ Φραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶ γυναῖκες ἦσαν τοῦ τῆς Μηδίας βασιλέως, ἐπολιόρκει.

τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρτε τὰς μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης, ὁμόσε χωρῶν ἔχου πρὸς τὴν πόλιν χῶμα σχολῇ καὶ πολυπόνως ἀνιστάμενον.

ἐν τούτῳ δὲ καταβαίνων στρατιᾷ μεγάλῃ Φραάτης, ὡς ἤκουσε τὴν ἀπόλειψιν τῶν μηχανοφόρων ἁμαξῶν, ἔπεμψε τῶν ἱππέων πολλοὺς ἐπ αὐτάς, ὑφ ὧν περιληφθεὶς ὁ Στατιανὸς ἀποθνήσκει μὲν αὐτός, ἀποθνήσκουσι δὲ μύριοι τῶν μετ αὐτοῦ. τὰς δὲ μηχανὰς ἑλόντες οἱ βάρβαροι διέφθειραν. εἷλον δὲ παμπόλλους, ἐν οἷς καὶ Πολέμων ἦν ὁ βασιλεύς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION