호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν Κλεοπάτρασ τιμῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν διαβολὴν παῖδασ ἐξ αὐτῆσ διδύμουσ ἀνελόμενοσ, καὶ προσαγορεύσασ τὸν μὲν Ἀλέξανδρον, τὴν δὲ Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲν Ἥλιον, τὴν δὲ Σελήνην. οὐ μὴν ἀλλ’ ἀγαθὸσ ὢν ἐγκαλλωπίσασθαι τοῖσ αἰσχροῖσ ἔλεγε τῆσ μὲν Ῥωμαίων ἡγεμονίασ οὐ δἰ ὧν λαμβάνουσιν, ἀλλ’ ἐν οἷσ χαρίζονται φαίνεσθαι τὸ μέγεθοσ· διαδοχαῖσ δὲ καὶ τεκνώσεσι πολλῶν βασιλέων πλατύνεσθαι τὰσ εὐγενείασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기