- 텍스트

Plutarch, Antony, chapter 35

(플루타르코스, Antony, chapter 35)

αὐτὸς δὲ πάλιν ἔκ τινων διαβολῶν παροξυνθεὶς πρὸς Καίσαρα ναυσὶ τριακοσίαις ἔπλει πρὸς τὴν Ἰταλίαν:? οὐ δεξαμένων δὲ τῶν Βρεντεσινῶν τὸν στόλον εἰς Τάραντα περιώρμισεν. ἐνταῦθα τὴν Ὀκταουίαν ῾συνέπλει γὰρ ἀπὸ τῆς Ἑλλάδος αὐτᾦ δεηθεῖσαν ἀποπέμπει πρὸς τὸν ἀδελφόν, ἔγκυον μὲν οὖσαν, ἤδη δὲ καὶ δεύτερον ἐξ αὐτοῦ θυγάτριον ἔχουσαν. ἡ δὲ ἀπαντήσασα καθ ὁδὸν Καίσαρι, καὶ παραλαβοῦσα τῶν ἐκείνου φίλων Ἀγρίππαν καὶ Μαικήναν, ἐνετύγχανε πολλὰ ποτνιωμένη καὶ πολλὰ δεομένη μὴ περιϊδεῖν αὐτὴν ἐκ μακαριωτάτης γυναικὸς ἀθλιωτάτην γενομένην.

νῦν μὲν γὰρ ἅπαντας ἀνθρώπους εἰς αὐτὴν ἀποβλέπειν αὐτοκρατόρων δυεῖν, τοῦ μὲν γυναῖκα, τοῦ δὲ ἀδελφὴν οὖσαν: "καὶ γένοιτο πόλεμος, ὑμῶν μὲν ἄδηλον ὅτῳ κρατεῖν ἢ κρατεῖσθαι πέπρωται, τὰ ἐμὰ δ ἀμφοτέρως ἄθλια.

τούτοις ἐπικλασθεὶς ὁ Καῖσαρ ἧκεν εἰρηνικῶς εἰς Τάραντα, καὶ θέαμα κάλλιστον οἱ παρόντες ἐθεῶντο, πολὺν μὲν ἐκ γῆς στρατὸν ἡσυχάζοντα, πολλὰς δὲ ναῦς ἀτρέμα πρὸς τοὶς αἰγιαλοῖς ἐχούσας, αὐτῶν δὲ καὶ φίλων ἀπαντήσεις καὶ φιλοφροσύνας. εἱστία δὲ Ἀντώνιος πρότερος, καὶ τοῦτο τῇ ἀδελφῇ Καίσαρος δόντος.

ἐπεὶ δὲ ὡμολόγητο Καίσαρα μὲν Ἀντωνίῳ δοῦναι δύο τάγματα πρὸς τὸν Παρθικὸν πόλεμον, Ἀντώνιον δὲ Καίσαρι χαλκεμβόλους ἑκατόν, Ὀκταουία τῶν ὡμολογημένων χωρὶς ᾐτήσατο τῷ μὲν ἀδελφῷ παρὰ τοῦ ἀνδρὸς εἴκοσι μυοπάρωνας, τῷ δ ἀνδρὶ παρὰ τοῦ ἀδελφοῦ στρατιώτας χιλίους. οὕτω δὲ ἀλλήλων διακριθέντες ὁ μὲν εὐθὺς εἴχετο τοῦ πρὸς Πομπήϊον πολέμου, Σικελίας ἐφιέμενος, Ἀντώνιος δὲ Ὀκταουίαν μετὰ τῶν ἐξ ἐκείνης καὶ τοὺς ἐκ Φουλβίας παῖδας αὐτῷ παρακαταθέμενος εἰς τὴν Ἀσίαν ἀπεπέρασεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION