Plutarch, Antony, chapter 28 2:

(플루타르코스, Antony, chapter 28 2:)

ἦν γάρ τισ αὐτοῖσ σύνοδοσ ἀμιμητοβίων λεγομένη· καὶ καθ’ ἡμέραν εἱστίων ἀλλήλουσ, ἄπιστόν τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτασ ὁ Ἀμφισσεὺσ ἰατρὸσ εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε, μανθάνων τὴν τέχνην, γενόμενοσ δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθησ ἀναπεισθῆναι νέοσ ὢν ὑπ’ αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι.

SEARCH

MENU NAVIGATION