호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων ὁ νέοσ ἀφικνεῖται Καῖσαρ εἰσ Ῥώμην, ἀδελφιδῆσ μὲν ὢν τοῦ τεθνηκότοσ υἱόσ, ὡσ εἴρηται, κληρονόμοσ δὲ τῆσ οὐσίασ ἀπολελειμμένοσ, ἐν Ἀπολλωνία δὲ διατρίβων ὑφ’ ὃν χρόνον ἀνῄρητο Καῖσαρ. οὗτοσ εὐθὺσ Ἀντώνιον, ὡσ δὴ πατρῷον φίλον, ἀσπασάμενοσ τῶν παρακαταθηκῶν ἐμέμνητο. καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰσ ἑβδομήκοντα πέντε δοῦναι, Καίσαροσ ἐν ταῖσ διαθήκαισ γράψαντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기