- 텍스트

Plutarch, Antony, chapter 16

(플루타르코스, Antony, chapter 16)

ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων ὁ νέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελφιδῆς μὲν ὢν τοῦ τεθνηκότος υἱός, ὡς εἴρηται, κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμμένος, ἐν Ἀπολλωνία δὲ διατρίβων ὑφ ὃν χρόνον ἀνῄρητο Καῖσαρ.? οὗτος εὐθὺς Ἀντώνιον, ὡς δὴ πατρῷον φίλον, ἀσπασάμενος τῶν παρακαταθηκῶν ἐμέμνητο. καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐν ταῖς διαθήκαις γράψαντος. Ἀντώνιος δὲ τὸ μὲν πρῶτον ὡς μειρακίου καταφρονῶν ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον αἴρεσθαι τὴν Καίσαρος διαδοχήν:

μὴ πειθομένου δὲ τούτοις, ἀλλ ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγων πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει. δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον χρυσοῦν τοῦ πατρός, ὥσπερ ἐψήφιστο, τιθέντος ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν, εἰ μὴ παύσαιτο δημαγωγῶν. ἐπεὶ μέντοι Κικέρωνι δοὺς ἑαυτὸν ὁ νεανίας καὶ τοῖς ἄλλοις ὅσοι τὸν Ἀντώνιον ἐμίσουν, δἰ ἐκείνων μὲν ᾠκειοῦτο τὴν βουλήν, αὐτὸς δὲ τὸν δῆμον ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἀπὸ τῶν κατοικιῶν συνῆγε, δείσας ὁ Ἀντώνιος εἰς λόγους αὐτῷ συνῆλθεν ἐν Καπιτωλίῳ, καὶ διηλλάγησαν.

εἶτα κοιμώμενος ἐκείνης τῆς νυκτὸς ὄψιν εἶδεν ἄτοπον ὁ Ἀντώνιος. ἐδόκει γὰρ αὑτοῦ τὴν δεξιὰν χεῖρα βεβλῆσθαι κεραυνῷ. καὶ μεθ ἡμέρας ὀλίγας ἐνέπεσε λόγος ὡς ἐπιβουλεύοι Καῖσαρ αὐτῷ.

Καῖσαρ δὲ ἀπελογεῖτο μέν, οὐκ ἔπειθε δέ: καὶ πάλιν ἦν ἐνεργὸς ἡ ἔχθρα, καὶ περιθέοντες ἀμφότεροι τὴν Ἰταλίαν τὸ μὲν ἱδρυμένον ἐν ταῖς κατοικίαις ἤδη τοῦ στρατιωτικοῦ μεγάλοις ἀνίστασαν μισθοῖς, τὸ δ ἐν ὅπλοις ἔτι τεταγμένον ὑποφθάνοντες ἀλλήλους προσήγοντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION