Plutarch, Antony, chapter 14 1:

(플루타르코스, Antony, chapter 14 1:)

τούτων δὲ πραττομένων ὡσ συνετέθη, καὶ πεσόντοσ ἐν τῇ βουλῇ τοῦ Καίσαροσ, εὐθὺσ μὲν ὁ Ἀντώνιοσ ἐσθῆτα θεράποντοσ μεταλαβὼν ἔκρυψεν αὑτόν. ὡσ δ’ ἔγνω τοὺσ ἄνδρασ ἐπιχειροῦντασ μὲν οὐδενί, συνηθροισμένουσ δὲ εἰσ τὸ Καπιτώλιον, ἔπεισε καταβῆναι λαβόντασ ὅμηρον παρ’ αὐτοῦ τὸν υἱόν· καὶ Κάσσιον μὲν αὐτὸσ ἐδείπνισε, Βροῦτον δὲ Λέπιδοσ.

SEARCH

MENU NAVIGATION