- 텍스트

Plutarch, Antony, chapter 11

(플루타르코스, Antony, chapter 11)

ἐκ δὲ Ἰβηρίας ἐπανιόντι Καίσαρι πάντες μὲν οἱ πρῶτοι πολλῶν ἡμερῶν ὁδὸν ἀπήντων, ἐτιμήθη δὲ Ἀντώνιος ἐκπρεπῶς ὑπ αὐτοῦ.? κομιζόμενος γὰρ ἐπὶ ζεύγους διὰ τῆς Ἰταλίας Ἀντώνιον εἶχε μεθ ἑαυτοῦ συνοχούμενον, ὄπισθεν δὲ Βροῦτον Ἀλβῖνον καὶ τὸν τῆς ἀδελφιδῆς υἱὸν Ὀκταουϊανόν, ὃς μετὰ ταῦτα Καῖσαρ ὠνομάσθη καὶ Ῥωμαίων ἦρξε πλεῖστον χρόνον. ἐπεὶ δὲ τὸ πέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προσείλετο μὲν εὐθὺς συνάρχοντα τὸν Ἀντώνιον, ἐβούλετο δὲ τὴν ἀρχὴν ἀπειπάμενος Δολοβέλλᾳ παρεγγυῆσαι:

καὶ τοῦτο πρὸς τὴν σύγκλητον ἐξήνεγκεν. Ἀντωνίου δὲ τραχέως ἀντιπεσόντος καὶ πολλὰ μὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ ἐλάττονα δὲ ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶς τὴν ἀκοσμίαν ὁ Καῖσαρ ἀπηλλάγη. μετὰ δὲ ταῦτα προελθὼν ἀναγορεῦσαι τὸν Δολοβέλλαν, Ἀντωνίου τοὺς οἰωνοὺς ἐναντιοῦσθαι βοῶντος, εἶξε καὶ προήκατο Δολοβέλλαν ἀχθόμενον.

ἐδόκει δὲ κᾀκεῖνον οὐδὲν ἧττον τοῦ Ἀντωνίου βδελύττεσθαι. λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦ διαβάλλοντος πρὸς αὐτόν, εἴποι, μὴ δεδιέναι τοὺς παχεῖς τούτους καὶ κομήτας, ἀλλὰ τοὺς ὠχροὺς καὶ λεπτοὺς ἐκείνους, Βροῦτον καὶ Κάσσιον ἀποδεικνύμενος, ὑφ ὧν ἔμελλεν ἐπιβουλευθεὶς ἀναιρεῖσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION