호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται γοῦν, ὡσ ἐν Ἱππίου ποτὲ τοῦ μίμου γάμοισ ἑστιαθεὶσ καὶ πιὼν διὰ νυκτόσ, εἶτα πρωῒ τοῦ δήμου καλοῦντοσ εἰσ ἀγορὰν προελθὼν ἔτι τροφῆσ μεστὸσ ἐμέσειε, τῶν φίλων τινὸσ ὑποσχόντοσ τὸ ἱμάτιον. ἦν δὲ καὶ Σέργιοσ ὁ μῖμοσ τῶν μέγιστον παρ’ αὐτῷ δυναμένων, καὶ Κυθηρὶσ ἀπὸ τῆσ αὐτῆσ παλαίστρασ γύναιον ἀγαπώμενον, ὃ δὴ καὶ τὰσ πόλεισ ἐπιὼν ἐν φορείῳ περιήγετο, καὶ τὸ φορεῖον οὐκ ἐλάττουσ ἢ τὸ τῆσ μητρὸσ αὐτοῦ περιέποντεσ ἠκολούθουν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기