호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν δὲ γινομένων καὶ συνεχῶν ἀγώνων ἐν πᾶσι μὲν ἦν διαπρεπής, δὶς δὲ φεύγοντας προτροπάδην τοὺς Καίσαρος ἀπαντησας ἀνέστρεψε καὶ στῆναι καὶ συμβαλεῖν αὖθις τοῖς διώκουσιν ἀναγκάσας ἐνίκησεν.? ἦν οὖν αὐτοῦ μετὰ Καίσαρα πλεῖστος ἐν τῷ στρατοπέδῳ λόγος: ἐδήλωσε δὲ Καῖσαρ ἣν ἔχοι περὶ αὐτοῦ δόξαν.
ἐπεὶ γὰρ ἔμελλε τὴν τελευταίαν καὶ τὰ ὅλα κρίνασαν ἐν Φαρσάλῳ μάχην μάχεσθαι, τὸ μὲν δεξιὸν αὐτὸς εἶχε κέρας, τοῦ δ εὐωνύμου τὴν ἡγεμονίαν Ἀντωνίῳ παρέδωκεν, ὡς πολεμικωτάτῳ τῶν ὑφ ἑαυτῷ. μετὰ δὲ τὴν νίκην δικτάτωρ ἀναγορευθεὶς αὐτὸς μὲν ἐδίωκε Πομπήϊον, Ἀντώνιον δὲ ἵππαρχον ἑλόμενος εἰς Ῥώμην ἔπεμψεν.
ἔστι δὲ ἡ ἀρχὴ δευτέρα τοῦ δικτάτορος παρόντος: ἂν δὲ μὴ παρῇ, πρώτη καὶ μόνη σχεδόν: ἡ γὰρ δημαρχία διαμένει, τὰς δὲ ἄλλας καταλύουσι πάσας δικτάτορος αἱρεθέντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기