- 텍스트

Plutarch, Antony, chapter 6

(플루타르코스, Antony, chapter 6)

ἐκ τούτου λαβὼν τὴν στρατιὰν ὁ Καῖσαρ εἰς Ἰταλίαν ἐνέβαλε.? διὸ καὶ Κικέρων ἐν τοῖς Φιλιππικοῖς ἔγραψε τοῦ μὲν Τρωϊκοῦ πολέμου τὴν Ἑλένην, τοῦ δ ἐμφυλίου τὸν Ἀντώνιον ἀρχὴν γενέσθαι, περιφανῶς ψευδόμενος. οὐ γὰρ οὕτως εὐχερὴς ἦν οὐδὲ ῥᾴδιος ὑπ ὀργῆς ἐκπεσεῖν τῶν λογισμῶν Γάϊος Καῖσαρ ὥστε, εἰ μὴ ταῦτα πάλαι ἔγνωστο πράττειν, οὕτως ἂν ἐπὶ καιροῦ τὸν κατὰ τῆς πατρίδος ἐξενεγκεῖν πόλεμον, ὅτι φαύλως ἠμφιεσμένον εἶδεν Ἀντώνιον καὶ Κάσσιον ἐπὶ ζεύγους μισθίου πεφευγότας πρὸς αὐτόν, ἀλλὰ ταῦτα πάλαι δεομένῳ προφάσεως σχῆμα καὶ λόγον εὐπρεπῆ τοῦ πολέμου παρέσχεν.

ἦγε δὲ αὐτὸν ἐπὶ πάντας ἀνθρώπους ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρως ἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυμία τοῦ πρῶτον εἶναι καὶ μέγιστον:

ὧν τυχεῖν οὐκ ἦν μὴ Πομπηϊού καταλυθέντος. ὡς δ οὖν ἐπελθὼν ἐκράτησε τῆς Ῥώμης καὶ Πομπήϊον ἐξήλασε τῆς Ἰταλίας καὶ πρὸς τὰς ἐν Ἰβηρίᾳ Πομπηϊού δυνάμεις ἐπιστρέφειν ἔγνω πρότερον, εἶτα οὕτως παρασκευας άμενος στόλον ἐπὶ Πομπήϊον διαβαίνειν, Λεπίδῳ μὲν στρατηγοῦντι τὴν Ῥώμην, Ἀντωνίῳ δὲ δημαρχοῦντι τὰ στρατεύματα καὶ τὴν Ἰταλίαν ἐπέτρεψεν.

ὁ δὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴς ἦν συγγυμναζόμενος καὶ συνδιαιτώμενος τὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν παρόντων, τοῖς δὲ ἄλλοις ἐπαχθής.

καὶ γὰρ ἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶ πρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων καὶ κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε. καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλλον ἢ τυραννίδα δἰ αὐτὸν ἐκεῖνον φανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιος ἀπ ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγιστα δόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION