호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ Ἀθηναῖοι συνδραμόντες ἐπὶ τὰς τῶν ἡγεμόνων σκηνὰς ἐδέοντο τῶν στρατηγῶν, μὴ τῶν νεῶν, ἀλλὰ τῆς ἑαυτῶν φροντίζειν σωτηρίας.? Δημοσθένης μὲν οὖν ἔφη δεῖν, λελυμένου τοῦ ζεύγματος, κατὰ τάχος πληροῦν τὰς τριήρεις, καὶ ἀπροσδοκήτως ἐπιθεμένους ἐπηγγέλλετο ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς: Νικίας δὲ συνεβούλευε καταλιπόντας τὰς ναῦς διὰ τῆς μεσογείου πρὸς τὰς συμμαχίδας πόλεις ἀναχωρεῖν.
ᾧ πάντες ὁμογνώμονες γενόμενοι τῶν νεῶν τινας ἐνέπρησαν καὶ τὰ πρὸς τὴν ἀπαλλαγὴν παρεσκευάζοντο. φανεροῦ δ ὄντος ὅτι τῆς νυκτὸς ἀναζεύξουσιν, Ἑρμοκράτης συνεβούλευε τοῖς Συρακοσίοις ἐξάγειν τῆς νυκτὸς ἅπαν τὸ στρατόπεδον καὶ τὰς ὁδοὺς ἁπάσας προκαταλαβέσθαι.
οὐ πειθομένων δὲ τῶν στρατηγῶν διὰ τὸ πολλοὺς μὲν τραυματίας εἶναι τῶν στρατιωτῶν, πάντας δ ὑπὸ τῆς μάχης κατακόπους ὑπάρχειν τοῖς σώμασιν, ἀπέστειλέ τινας τῶν ἱππέων ἐπὶ τὴν παρεμβολὴν τῶν Ἀθηναίων τοὺς ἐροῦντας, ὅτι προαπεστάλκασιν οἱ Συρακόσιοι τοὺς τὰς ὁδοὺς καὶ τοὺς ἐπικαιροτάτους τόπους προκαταληψομένους.
ποιησάντων δὲ τῶν ἱππέων τὸ προσταχθὲν ἤδη νυκτὸς οὔσης, οἱ μὲν Ἀθηναῖοι νομίσαντες τῶν Λεοντίνων τινὰς εἶναι τοὺς δι εὔνοιαν ἀπηγγελκότας, διεταράχθησαν οὐ μικρῶς καὶ τὴν ἀπαλλαγὴν ὑπερέθεντο:
ᾧπερ εἰ μὴ παρεκρούσθησαν, ἀσφαλῶς ἂν ἐχωρίσθησαν. οἱ μὲν οὖν Συρακόσιοι τῆς ἡμέρας ὑποφωσκούσης ἀπέστειλαν τοὺς προκαταληψομένους τὰ στενόπορα τῶν ὁδῶν:
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ διελόμενοι τοὺς στρατιώτας εἰς δύο μέρη, καὶ τὰ μὲν σκευοφόρα καὶ τοὺς ἀρρώστους εἰς μέσον λαβόντες, τοὺς δὲ δυναμένους μάχεσθαι προηγεῖσθαι καὶ οὐραγεῖν τάξαντες, προῄεσαν ἐπὶ Κατάνης, ὧν μὲν Δημοσθένους, ὧν δὲ Νικίου καθηγουμένων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기