호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ ἐν Σικελίᾳ στρατηγοὶ μετὰ τῆς τῶν Ἀθηναίων δυνάμεως παραπλεύσαντες εἰς Αἴγεσταν, Ὕκκαρα μὲν Σικελικὸν πολισμάτιον ἑλόντες ἐκ τῶν λαφύρων συνήγαγον ἑκατὸν τάλαντα:? κομισάμενοι δὲ καὶ τριάκοντα τάλαντα παρὰ τῶν Αἰγεσταίων κατέπλευσαν εἰς Κατάνην. βουλόμενοι δὲ τὸν πρὸς τῷ μεγάλῳ λιμένι τόπον Συρακοσίων ἀκινδύνως καταλαβέσθαι, πέμπουσιν ἄνδρα Καταναῖον, ἑαυτοῖς μὲν πιστόν, τοῖς δὲ Συρακοσίων στρατηγοῖς πιθανόν,διακελευσάμενοι λέγειν τοῖς ἡγεμόσι τῶν Συρακοσίων, ὅτι τινὲς Καταναίων συστάντες βούλονται συχνοὺς τῶν Ἀθηναίων αὐλιζομένους ἀπὸ τῶν ὅπλων ἐν τῇ πόλει νυκτὸς ἄφνω συλλαβόντες τὰς ἐν τῷ λιμένι ναῦς ἐμπρῆσαι:
πρὸς δὲ τὴν τούτων συντέλειαν ἀξιοῦν τοὺς στρατηγοὺς ἐπιφανῆναι μετὰ δυνάμεως, μήποτε τῆς ἐπιβολῆς ἀποτύχωσιν. ἐλθόντος δὲ τοῦ Καταναίου πρὸς τοὺς ἡγεμόνας τῶν Συρακοσίων καὶ δηλώσαντος τὰ προειρημένα, πιστεύσαντες περὶ τούτων οἱ στρατηγοὶ συνετάξαντο νύκτα καθ ἣν ἐξάξουσι τὴν δύναμιν, καὶ τὸν ἄνθρωπον ἐξαπέστειλαν εἰς τὴν Κατάνην.
οἱ μὲν οὖν Συρακόσιοι κατὰ τὴν τεταγμένην νύκτα ἦγον τὸ στρατόπεδον ἐπὶ τὴν Κατάνην, οἱ δὲ Ἀθηναῖοι παραπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων μετὰ πολλῆς ἡσυχίας τοῦ τε Ὀλυμπίου κύριοι κατέστησαν καὶ πάντα τὸν περικείμενον τόπον καταλαβόμενοι παρεμβολὴν ἐποιήσαντο.
οἱ δὲ στρατηγοὶ τῶν Συρακοσίων ὡς ᾔσθοντο τὴν ἀπάτην, ταχέως ἀναστρέψαντες προσέβαλον τῇ παρεμβολῇ τῶν Ἀθηναίων.
ἐπεξελθόντων οὖν τῶν πολεμίων συνέστη μάχη, καθ ἣν οἱ Ἀθηναῖοι τετρακοσίους τῶν ἐναντίων ἀνελόντες φυγεῖν ἠνάγκασαν τοὺς Συρακοσίους. οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ θεωροῦντες τοὺς πολεμίους ἱπποκρατοῦντας, καὶ βουλόμενοι βέλτιον τὰ πρὸς τὴν πολιορκίαν κατασκευάσασθαι, πάλιν ἀπέπλευσαν εἰς τὴν Κατάνην.
πέμψαντες δ εἰς Ἀθήνας τινὰς ἔγραψαν πρὸς τὸν δῆμον ἐπιστολάς, ἐν αἷς ἠξίουν ἱππεῖς ἀποστεῖλαι καὶ χρήματα: πολυχρόνιον γὰρ ἔσεσθαι τὴν πολιορκίαν ὑπελάμβανον. οἱ δ Ἀθηναῖοι τριακόσια τάλαντα καὶ τῶν ἱππέων τινὰς ἐψηφίσαντο πέμπειν εἰς τὴν Σικελίαν. τούτων δὲ πραττομένων Διαγόρας ὁ κληθεὶς ἄθεος, διαβολῆς τυχὼν ἐπ ἀσεβείᾳ καὶ φοβηθεὶς τὸν δῆμον, ἔφυγεν ἐκ τῆς Ἀττικῆς:
οἱ δ Ἀθηναῖοι τῷ ἀνελόντι Διαγόραν ἀργυρίου τάλαντον ἐπεκήρυξαν. κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Αἴκους πόλεμον ἔχοντες Λαβικοὺς ἐξεπολιόρκησαν.
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. ἐπ ἄρχοντος δ Ἀθήνησι Τισάνδρου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Λουκρήτιον, Γάιον Σερουίλιον, Ἀγρίππαν Μενήνιον, Σπούριον Οὐετούριον.
ἐπὶ δὲ τούτων Συρακόσιοι πρέσβεις ἀποστείλαντες εἴς τε Κόρινθον καὶ Λακεδαίμονα παρεκάλουν βοηθῆσαι καὶ μὴ περιορᾶν αὐτοὺς περὶ τῶν ὅλων κινδυνεύοντας. συνηγορήσαντος δ αὐτοῖς Ἀλκιβιάδου Λακεδαιμόνιοι μὲν ψηφισάμενοι βοηθεῖν τοῖς Συρακοσίοις στρατηγὸν εἵλοντο Γύλιππον, Κορίνθιοι δὲ πλείονας μὲν τριήρεις παρεσκευάζοντο πέμπειν, τότε δὲ μετὰ Γυλίππου Πύθην μετὰ δύο τριήρων προαπέστειλαν εἰς Σικελίαν.
ἐν δὲ τῇ Κατάνῃ Νικίας καὶ Λάμαχος οἱ τῶν Ἀθηναίων στρατηγοί, παραγενομένων αὐτοῖς ἐξ Ἀθηνῶν ἱππέων μὲν διακοσίων πεντήκοντα, ἀργυρίου δὲ ταλάντων τριακοσίων, ἀναλαβόντες τὴν δύναμιν ἔπλευσαν εἰς Συρακούσας.
καὶ προσενεχθέντες τῇ πόλει νυκτὸς ἔλαθον τοὺς Συρακοσίους καταλαβόμενοι τὰς Ἐπιπολάς. αἰσθόμενοι δ οἱ Συρακόσιοι κατὰ τάχος ἐβοήθουν, καὶ ἀποβαλόντες τῶν στρατιωτῶν τριακοσίους εἰς τὴν πόλιν συνεδιώχθησαν. μετὰ δὲ ταῦτα παραγενομένων τοῖς Ἀθηναίοις ἐξ Αἰγέστης τριακοσίων μὲν ἱππέων, παρὰ δὲ τῶν Σικελῶν ἱππέων διακοσίων πεντήκοντα, συνήγαγον ἱππεῖς τοὺς πάντας ὀκτακοσίους.
κατασκευάσαντες δὲ περὶ τὸ Λάβδαλον ὀχύρωμα, τὴν πόλιν τῶν Συρακοσίων ἀπετείχιζον καὶ πολὺν φόβον τοῖς Συρακοσίοις ἐπέστησαν. διόπερ ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπεχείρησαν διακωλύειν τοὺς οἰκοδομοῦντας τὸ τεῖχος:
γενομένης δ ἱππομαχίας συχνοὺς ἀποβαλόντες ἐτράπησαν. οἱ δ Ἀθηναῖοι τῷ μέρει τῆς δυνάμεως τὸν ὑπερκείμενον τοῦ λιμένος τόπον κατελάβοντο, καὶ τὴν καλουμένην Πολίχνην τειχίσαντες τό τε τοῦ Διὸς ἱερὸν περιεβάλοντο καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν τὰς Συρακούσας ἐπολιόρκουν. τοιούτων δὲ ἐλαττωμάτων περὶ τοὺς Συρακοσίους γενομένων ἠθύμουν οἱ κατὰ τὴν πόλιν:
ὡς δ ἤκουσαν Γύλιππον εἰς Ἱμέραν καταπεπλευκέναι καὶ στρατιώτας ἀθροίζειν, πάλιν ἐθάρρησαν. ὁ γὰρ Γύλιππος μετὰ τεττάρων τριήρων καταπλεύσας εἰς Ἱμέραν τὰς μὲν ναῦς ἐνεώλκησε, τοὺς δ Ἱμεραίους πείσας συμμαχεῖν τοῖς Συρακοσίοις, παρά τε τούτων καὶ Γελῴων, ἔτι δὲ Σελινουντίων καὶ Σικανῶν ἤθροιζε στρατιώτας.
συναγαγὼν δὲ τοὺς ἅπαντας τρισχιλίους μὲν πεζούς, διακοσίους δ ἱππεῖς, διὰ τῆς μεσογείου παρῆγεν εἰς Συρακούσας. καὶ μετ ὀλίγας ἡμέρας μετὰ τῶν Συρακοσίων ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀθηναίους.
γενομένης δὲ μάχης ἰσχυρᾶς Λάμαχος ὁ τῶν Ἀθηναίων στρατηγὸς μαχόμενος ἐτελεύτησε: πολλῶν δὲ παρ ἀμφοτέρων ἀναιρεθέντων ἐνίκησαν Ἀθηναῖοι. μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνθου, τοὺς ἐκ τῶν πληρωμάτων ἀναλαβὼν ὁ Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς Ἐπιπολὰς ἐπολιόρκει.
ἐξελθόντων δὲ τῶν Ἀθηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν Ἀθηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ δι ὅλης τῆς Ἐπιπολῆς τὸ τεῖχος κατέσκαψαν: οἱ δ Ἀθηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς Ἐπιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον. τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι μὲν πρέσβεις ἀπέστειλαν εἰς Κόρινθον καὶ Λακεδαίμονα περὶ βοηθείας:
οἷς ἀπέστειλαν Κορίνθιοι μετὰ Βοιωτῶν μὲν καὶ Σικυωνίων χιλίους, Σπαρτιᾶται δ ἑξακοσίους: Γύλιππος δὲ περιπορευόμενος τὰς κατὰ Σικελίαν πόλεις πολλοὺς προετρέπετο συμμαχεῖν, καὶ λαβὼν στρατιώτας παρά τε τῶν Ἱμεραίων καὶ Σικανῶν τρισχιλίους ἦγε διὰ τῆς μεσογείου.
πυθόμενοι δὲ οἱ Ἀθηναῖοι τὴν παρουσίαν αὐτῶν, ἐπιθέμενοι τοὺς ἡμίσεις ἀνεῖλον: οἱ δὲ περιλειφθέντες διεσώθησαν εἰς Συρακούσας. ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες.
ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο. Νικίας δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπέστειλεν εἰς Ἀθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν:
κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον: Ἀλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι, καὶ ταῦτ ἀσθενῶς διακείμενον. οἱ δ Ἀθηναῖοι μετ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς:
περὶ δὲ τὴν ἐαρινὴν ὡρ´αν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον. κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνθέντες ὑπὸ Ἀλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς Ἀθηναίους, καὶ ὁ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα.
τοῦ δὲ ἔτους τούτου διελθόντος Κλεόκριτος μὲν ἄρχων Ἀθηναίων ἦν, ἐν Ῥώμῃ δ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες ὑπῆρχον, Αὖλος Σεμπρώνιος καὶ Μάρκος Παπίριος, Κόιντος Φάβιος, Σπόριος Ναύτιος.
ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικήν, Ἄγιδός ἡγουμένου καὶ Ἀλκιβιάδου τοῦ Ἀθηναίου.
καταλαβόμενοι δὲ χωρίον ὀχυρὸν Δεκέλειαν φρούριον ἐποίησαν κατὰ τῆς Ἀττικῆς: διὸ καὶ συνέβη τὸν πόλεμον τοῦτον Δεκελεικὸν προσαγορευθῆναι. Ἀθηναῖοι δὲ περὶ μὲν τὴν Λακωνικὴν τριάκοντα τριήρεις ἀπέστειλαν καὶ Χαρικλέα στρατηγόν, εἰς δὲ τὴν Σικελίαν ἐψηφίσαντο πέμπειν ὀγδοήκοντα μὲν τριήρεις, ὁπλίτας δὲ πεντακισχιλίους. οἱ δὲ Συρακόσιοι κρίναντες ναυμαχεῖν, καὶ πληρώσαντες ὀγδοήκοντα τριήρεις, ἐπέπλεον τοῖς πολεμίοις.
τῶν δὲ Ἀθηναίων ἑξήκοντα ναυσὶν ἀνταναχθέντων, καὶ τῆς ναυμαχίας ἐνεργοῦ γενομένης ἤδη, πάντες οἱ ἀπὸ τῶν φρουρίων Ἀθηναῖοι κατέβησαν ἐπὶ τὴν θάλατταν: οἱ μὲν γὰρ θεάσασθαι τὴν μάχην ἐπεθύμουν, οἱ δ, εἴ τι πταίσειαν ἐν τῇ ναυμαχίᾳ, βοηθήσειν τοῖς φεύγουσιν ἤλπιζον. οἱ δὲ τῶν Συρακοσίων στρατηγοὶ προϊδόμενοι τὸ γινόμενον ἀπεστάλκεισαν τοὺς κατὰ τὴν πόλιν ἐπὶ τὰ τῶν Ἀθηναίων ὀχυρώματα, χρημάτων καὶ ναυτικῶν σκευῶν, ἔτι δὲ τῆς ἄλλης παρασκευῆς ὑπάρχοντα πλήρη:
ἃ δὴ καταλαβόντες οἱ Συρακόσιοι παντελῶς ὑπ ὀλίγων τηρούμενα κατέσχον καὶ τῶν ἀπὸ τῆς θαλάττης προσβοηθούντων πολλοὺς ἀπέκτειναν. κραυγῆς δὲ πολλῆς γενομένης περὶ τὰ φρούρια καὶ τὴν παρεμβολήν, οἱ ναυμαχοῦντες Ἀθηναῖοι καταπλαγέντες ἐτράπησαν καὶ πρὸς τὸ λειπόμενον τῶν φρουρίων ἔφυγον.
τῶν δὲ Συρακοσίων ἀτάκτως διωκόντων οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταφεύγειν οὐ δυνάμενοι διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν, ἠναγκάσθησαν ἐξ ὑποστροφῆς πάλιν ναυμαχῆσαι. τῶν δὲ Συρακοσίων λελυκότων τὰς τάξεις καὶ κατὰ τὸν διωγμὸν διερριμμένων, ἀθρόαις ταῖς ναυσὶν ἐπιπλεύσαντες ἕνδεκα μὲν κατέδυσαν, τὰς δὲ λοιπὰς ἑώς τῆς Νήσου κατεδίωξαν.
διαλυθείσης δὲ τῆς μάχης ἑκάτεροι τρόπαιον ἔστησαν, οἱ μὲν Ἀθηναῖοι τῆς ναυμαχίας, οἱ δὲ Συρακόσιοι τῶν ἐπὶ τῆς γῆς κατωρθωμένων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기