호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γηγενὲσ γὰρ ὑπάρχον καὶ φυσικῶσ ἐκ τοῦ στόματοσ ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν, καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν κατακεκαυμένην Φρυγίαν ὀνομάζεσθαι· ἔπειτ’ ἐπελθεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶσ, καὶ κατακαῦσαι τοὺσ ἑξῆσ δρυμοὺσ μέχρι τῆσ Ἰνδικῆσ. μετὰ δὲ ταῦτα πάλιν ἐπὶ θάλατταν τὴν ἐπάνοδον ποιησάμενον περὶ μὲν τὴν Φοινίκην ἐμπρῆσαι τοὺσ κατὰ τὸν Λίβανον δρυμούσ, καὶ δι’ Αἰγύπτου πορευθὲν ἐπὶ τῆσ Λιβύησ διελθεῖν τοὺσ περὶ τὴν ἑσπέραν τόπουσ, καὶ τὸ τελευταῖον εἰσ τοὺσ περὶ τὰ Κεραύνια δρυμοὺσ ἐγκατασκῆψαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기