호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν οἵ γε Κρῆτεσ ὁμολογούμενα τούτοισ μυθολογοῦσι, περὶ ὧν ἡμεῖσ ἐν τοῖσ περὶ Κρήτησ τὰ κατὰ μέροσ ἀναγράψομεν· δυναστεῦσαι δέ φασι τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Ἰταλίαν, καὶ τὸ σύνολον ἐν τοῖσ πρὸσ ἑσπέραν τόποισ συστήσασθαι τὴν βασιλείαν· παρὰ πᾶσι δὲ φρουραῖσ διακατέχειν τὰσ ἀκροπόλεισ καὶ τοὺσ ὀχυροὺσ τῶν τόπων · ἀφ’ οὗ δὴ μέχρι τοῦ νῦν χρόνου κατά τε τὴν Σικελίαν καὶ τὰ πρὸσ ἑσπέραν νεύοντα μέρη πολλοὺσ τῶν ὑψηλῶν τόπων ἀπ’ ἐκείνου Κρόνια προσαγορεύεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기