호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ συμπνιγοῦς περιστάσεως τὴν χέρσον ἐπεχούσης, ὅπερ ὁρῶμεν ἐπὶ τῶν νεφῶν ἐνίοτε συμβαῖνον ἐν ταῖς νοτίαις ἡμέραις, τυπουμένων ἰδεῶν παντοδαπῶν, τοῦτο γίνεσθαι καὶ περὶ τὴν Λιβύην, πολλαχῶς μορφουμένου τοῦ συμπίπτοντος ἀέρος:? ὃν ταῖς μὲν ἀσθενέσι καὶ βληχραῖς αὔραις ὀχεῖσθαι μετεωριζόμενον καὶ παλμοὺς ποιοῦντα καὶ συγκρούοντα συστήμασιν ἑτέροις ὁμοίοις, νηνεμίας δ ἐπιλαμβανούσης καθίστασθαι πρὸς τὴν γῆν, βαρὺν ὄντα καὶ τετυπωμένον ὡς ἔτυχεν: ἔπειτα μηδενὸς ὄντος τοῦ συγχέοντος προσπελάζειν τοῖς αὐτομάτως περιτυγχάνουσι τῶν ζῴων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기