호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γίνεται δέ τι θαυμάσιον περί τε ταύτην τὴν χέρσον καὶ τὴν ἐπέκεινα τῆσ Σύρτεωσ Λιβύην. περὶ γάρ τινασ καιροὺσ καὶ μάλιστα κατὰ τὰσ νηνεμίασ συστάσεισ ὁρῶνται κατὰ τὸν ἀέρα παντοίων ζῴων ἰδέασ ἐμφαίνουσαι· τούτων δ’ αἱ μὲν ἠρεμοῦσιν, αἱ δὲ κίνησιν λαμβάνουσι, καὶ ποτὲ μὲν ὑποφεύγουσι, ποτὲ δὲ διώκουσι, πᾶσαι δὲ τὸ μέγεθοσ ἄπλατον ἔχουσαι θαυμαστὴν κατάπληξιν καὶ ταραχὴν παρασκευάζουσι τοῖσ ἀπείροισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기