호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὰσ νήσουσ ταύτασ αἰγιαλὸσ παρήκει κρημνώδησ καὶ δυσπαράπλουσ ἐπὶ σταδίουσ ὡσ χιλίουσ· οὔτε γὰρ λιμὴν οὔτε σάλοσ ἐπ’ ἀγκύρασ ὑπόκειται τοῖσ ναυτίλοισ, οὐ χηλὴ δυναμένη τοῖσ ἀπορουμένοισ τῶν πλεόντων τὴν ἀναγκαίαν ὑπόδυσιν παρασχέσθαι. ὄροσ δὲ ταύτῃ παράκειται κατὰ μὲν κορυφὴν πέτρασ ἀποτομάδασ ἔχον καὶ τοῖσ ὕψεσι καταπληκτικάσ, ὑπὸ δὲ τὰσ ῥίζασ σπιλάδασ ὀξείασ καὶ πυκνὰσ ἐνθαλάττουσ καὶ κατόπιν αὐτῶν φάραγγασ ὑποβεβρωμένασ καὶ σκολιάσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기