호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέοσ, αἱ μὲν ἀκρίδεσ ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν ὀλίγον διαπετασθεῖσαι τόπον, τῆσ δὲ τούτων ἀπωλείασ ἐπὶ πλείονασ ἡμέρασ γινομένησ μεγάλοι διανίστανται σωροί· καὶ τῆσ χώρασ ἐχούσησ ἁλμυρίδα πολλήν, πάντεσ προσφέρουσι ταύτην ἀθρόοισ τοῖσ σωροῖσ, καὶ διατήξαντεσ οἰκείωσ ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποθησαυρισμὸν πολυχρόνιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기