호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν δ’ εἰσ τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸσ πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντεσ κατευωχοῦνται, τοῖσ δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρόσ τε τὸν εἰσ τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆσ ὑδρείασ ἕνεκεν, καὶ πρὸσ τὰσ σκηνώσεισ, τιθέντεσ πρηνεῖσ ἐφ’ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοισ τὴν φύσιν δεδωρῆσθαι μιᾷ χάριτι πολλὰσ χρείασ· τὴν γὰρ αὐτὴν αὐτοῖσ εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기