호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντεσ μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰσ κεραμεοῦσ χύτρουσ ἐμβάλλουσι· μίξαντεσ δὲ κατὰ τὸ πλῆθοσ ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρουσ ἁλῶν, ἔτι δὲ βραχὺ καττιτέρου, καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν· ἁρμοστὸν δ’ ἐπίθημα ποιήσαντεσ καὶ πηλῷ φιλοπόνωσ περιχρίσαντεσ ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρασ καὶ νύκτασ ἴσασ ἀδιαλείπτωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기