호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρηλλαγμένοις δ ἔθεσι χρῶνται καὶ περὶ τοὺς παρ αὐτοῖς τελευτῶντας:? οἱ μὲν γὰρ εἰς τὸν ποταμὸν βάλλοντες ἀφιᾶσιν, ἀρίστην ἡγούμενοι ταφὴν ταύτην, οἱ δὲ περιχέαντες ὑέλον ἐν ταῖς οἰκίαις φυλάττοντες νομίζουσι δεῖν μήτε τῶν τελευτώντων ἀγνοεῖσθαι τὰς ὄψεις τοῖς συγγενέσι μήτ ἐπιλανθάνεσθαι τοὺς προσήκοντας τῷ γένει τῶν προσῳκειωμένων, ἔνιοι δ εἰς ὀστρακίνας σοροὺς ἐμβάλλοντες κατορύττουσι κύκλῳ τῶν ἱερῶν, καὶ τὸν ἐπὶ τούτοις γινόμενον ὁρ´κον μέγιστον ἡγοῦνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기