- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 3, chapter 8 6:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 8 6:)

τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους, τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι.? οὐκ ὀλίγοι δ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηθληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, δι ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν: οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τυρῷ τὸν πάντα βίον διαζῶσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION