Diodorus Siculus, Bibliotheca Historica, book 3, chapter 8 4:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 8 4:)

καθοπλίζονται δ’ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναισ καὶ μικροῖσ δόρασιν, οἱ δὲ ἀκοντίοισ ἀναγκύλοισ, ἐνίοτε δὲ ξυλίνοισ τόξοισ τετραπήχεσιν, οἷσ τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντεσ, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαισ ξυλίναισ διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰσ γυναῖκασ, ὁρίζοντεσ αὐταῖσ τεταγμένην ἡλικίαν, ὧν ταῖσ πλείσταισ νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματοσ.

SEARCH

MENU NAVIGATION