호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθ’ οἱ παρὰ τὸν ποταμὸν οἰκοῦντεσ ταῖσ μὲν χρόαισ εἰσὶ μέλανεσ, ταῖσ δὲ ἰδέαισ σιμοί, τοῖσ δὲ τριχώμασιν οὖλοι. καὶ ταῖσ μὲν ψυχαῖσ παντελῶσ ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδεσ ἐμφαίνοντεσ, οὐχ οὕτω δὲ τοῖσ θυμοῖσ ὡσ τοῖσ ἐπιτηδεύμασιν· αὐχμηροὶ γὰρ ὄντεσ τοῖσ ὅλοισ σώμασι τοὺσ μὲν ὄνυχασ ἐπὶ πολὺ παρηγμένουσ ἔχουσι τοῖσ θηρίοισ παραπλησίωσ, τῆσ δὲ πρὸσ ἀλλήλουσ φιλανθρωπίασ πλεῖστον ὅσον ἀφεστήκασι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기