호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπάρχει τε ἡμῖν δύναμισ οὐκ ὀλίγῳ πλείων μόνον τῆσ ἐκείνοισ γενομένησ, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασισ δικαιοτέρα τῆσ μεταναστάσεωσ. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντεσ ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖσ δ’ αὐτόθεν ὑπὸ φίλων· ἐλεεινότερον δὲ δήπου τὸ πρὸσ τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι. οἱ δὲ Ῥωμύλῳ συναράμενοι τῆσ στρατείασ ἐπὶ τῷ κτήσασθαι κρείττονα γῆν ὑπερεῖδον τῆσ πατρῴασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기