호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐφ’ οἷσ δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶσ; ἐπὶ ποίαισ ἐλπίσι κατελθεῖν ἡμᾶσ εἰσ τὴν πόλιν ἀξιοῦτε; ποίαν ἡγεμόνα τῆσ ὁδοῦ λαβόντασ τύχην; τίνοσ ὑποδεξομένησ ἡμᾶσ εὐθυμίασ ἢ χαρᾶσ; οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάσ, οὐκ ἀρχάσ, οὐκ ἐπανόρθωσιν ἀπορίασ, οὐκ ἄλλο ἁπλῶσ οὐδ’ ὁτιοῦν. καίτοι οὐ λέγειν ὑμᾶσ ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντεσ λέγειν, ἵνα προειληφότεσ ἤδη τι ἔργον ἀπ’ εὐνοίασ γενόμενον καὶ τὰ λοιπὰ τοιαῦτα ἔσεσθαι εἰκάσωμεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기