호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺσ καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριοσ ὑπὸ καλύβαισ ὡρ́ᾳ ἔτουσ χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπωσ δι’ ἁρπαγῆσ ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλ’ οὐδ’ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷσ οὔτε ἰδίᾳ οὔτ’ ἐν κοινῷ χρήματά ἐστιν· οἱ δὲ πόλεμοι ταῖσ περιουσίαισ τῶν χρημάτων ὡσ τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τ’ αὐτοῖσ ὡσ εἰκὸσ καὶ στάσισ ἐκ τῆσ ἀναρχίασ ἐμπεσοῦσα ταχὺ διαχεῖ τὰ βουλεύματα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기