호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδοσ τούτου ἐξηγέρθησαν, ὡσ δὴ ἀκίνδυνον αὐτοῖσ τὸ ἔργον ἐσόμενον, καὶ πρὸσ τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆσ προτέρασ ἕξοντεσ. μάθοιτε δ’ ἄν, ὡσ ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντεσ, ὅτι δεδιττόμενοσ ὑμᾶσ ὑπὲρ πολέμου καὶ διαλλαγὰσ ἀναγκαίασ ἀποφαίνων ἅμα ἔφη καὶ ὡσ οὐκ ἀγαπήσουσιν οἱ πένητεσ ἀφεθέντεσ τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείασ δεήσονταί τινοσ καὶ οὐκ ἀνέξονται ἔτι ὑφ’ ὑμῶν ὡσ καὶ πρότερον ἀρχόμενοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기