호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ τὸν δῆμον οὔτ’ ἀδιαλλάκτωσ οἰόμαι πρὸσ ἡμᾶσ ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενοσ, ὅτι οὐκ ἔστιν ὅμοια τοῖσ λόγοισ αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰσ διαλύσεισ . ἡμεῖσ μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίουσ καὶ οἴκουσ καὶ γενεὰσ καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖσ ἰδίαισ ἐξουσίαισ ἔχομεν· ὁ δ’ ἄπολισ καὶ ἀνέστιόσ ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθ’ ἡμέραν οὐκ εὐπορεῖ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기