호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν εἰ μὲν οὐκ ἐπιτρέψομεν ἕκαστα τῶν αἰτουμένων, ἐχθροῖς τοῖς μὴ τυγχάνουσι χρησόμεθα·? εἰ δὲ συγχωρήσαιμεν, ἡ πατρὶς ἡμῖν οἰχήσεται καὶ ἡ πολιτεία πρὸς ἡμῶν αὐτῶν καταλυομένη. καὶ οὐ προστίθημι ἐνταῦθα, ὅτι πολεμεῖν ἐπιτηδείων σωμάτων ἡμῖν ἐν τῷ παρόντι δεῖ, οὐ γεωργῶν οὐδὲ θητῶν οὐδὲ ἐμπόρων οὐδὲ τῶν περὶ τὰς βαναύσους τέχνας ἀσχολουμένων, οὓς ἅμα δεήσει μανθάνειν τὰ πολεμικὰ καὶ πεῖραν αὐτῶν διδόναι: χαλεπὴ δὲ πεῖρα τῶν μὴ ἐν ἔθει: ἀνάγκη δὲ τοιούτους εἶναι τοὺς σύγκλυδας καὶ ἐκ παντὸς ἔθνους μετανισταμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기