호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα διοικησάμενοσ ἠξίου τὴν βουλὴν τὰσ ὑποσχέσεισ αὐτῷ βεβαιῶσαι κεκομισμένην τὸ παρὰ τοῦ πλήθουσ πρόθυμον ἐν τοῖσ ἀγῶσιν. ὡσ δ’ οὐ προσεῖχεν αὐτῷ τὸν νοῦν, ἀλλ’, ὅπερ πρότερον ἠναντιοῦτο, τῇ γνώμῃ συστρέψαντεσ ἑαυτοὺσ νέοι καὶ βίαιοι καὶ πλήθει τῶν ἑτέρων ἐπικρατοῦντεσ καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντεσ καὶ νόμων πονηρῶν ἀρχηγόν, ᾧ δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρεσ ἐπὶ τῆσ ἐκκλησίασ τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기