호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ’ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατ’ αὐτῶν πόλεμον ἐκστρατεύσωσι, τὰσ τούτων οἰκίασ μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτ’ ἐνεχυράζειν μήτε γένοσ αὐτῶν ἀπάγειν πρὸσ μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆσ στρατείασ κοινωνεῖν. ὅσοι δ’ ἂν ἀπολειφθῶσι τῆσ στρατείασ, τὰσ κατὰ τούτων πράξεισ ὑπάρχειν τοῖσ δανεισταῖσ, ἐφ’ οἷσ ἑκάστοισ συνέβαλον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기