호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν δὲ τὸν παρόντα κίνδυνον ἅπαντεσ ὁμοίαισ προθυμίαισ χρησάμενοι παραλύσωνται, τότε δὴ σκοπεῖν, τίνα τρόπον ἴσην καὶ κοινὴν καὶ σωτήριον ἅπασι τὴν πολιτείαν καταστήσονται, μήτε τῶν πενήτων ἐπιβουλευόντων ταῖσ τῶν πλουσίων οὐσίαισ μήτ’ ἐκείνων προπηλακιζόντων τοὺσ ταῖσ τύχαισ ταπεινοτέρουσ· ἥκιστα γὰρ εἶναι ταῦτα πολιτικά· ἀλλὰ καὶ τοῖσ ἀπόροισ ἐπικουρία τισ ἔσται πολιτική, καὶ τοῖσ συμβάλλουσι τὰ χρέα βοήθεια μετρία τοῖσ γοῦν ἀδικουμένοισ, καὶ τὸ κράτιστον τῶν ἐν ἀνθρώποισ ἀγαθῶν καὶ πάσασ φυλάττον ἐν ὁμονοίᾳ τὰσ πόλεισ, πίστισ ἐπὶ συναλλαγαῖσ, οὐχ ἅπασα καὶ διὰ παντὸσ ἐκ μόνησ ἀναιρεθήσεται τῆσ Ῥωμαίων πόλεωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기