호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτισ εὐεργεσίαισ, ἀλλὰ μὴ τιμωρίαισ κρατεῖν βούλεται τῶν ὑπηκόων· τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δ’ εἶναι φύσεωσ πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά· τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺσ ἠξίου χρῆσθαι τοῖσ κρατίστοισ τῶν προγόνων ἔργοισ, ἐφ’ οἷσ ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενοσ ὅσασ ἁλούσασ κατὰ κράτοσ πόλεισ οὐ κατασκάπτοντεσ οὐδὲ ἡβηδὸν ἀναιροῦντεσ οὐδ’ ἐξανδραποδιζόμενοι, ἀλλ’ ἀποικίασ τῆσ Ῥώμησ ποιοῦντεσ, καὶ τοῖσ βουλομένοισ τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείασ μεταδιδόντεσ, μεγάλην ἐκ μικρᾶσ ἐποιοῦντο τὴν πόλιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기