- 텍스트

Plutarch, Pompey, chapter 79

(플루타르코스, Pompey, chapter 79)

"ἐγὼ γεγονότα συστρατιώτην ἐμὸν ἀμφιγνοῶ ·? κἀκεῖνος ἐπένευσε τῇ κεφαλῇ μόνον, οὐδὲν προσειπὼν οὐδὲ φιλοφρονηθείς, πολλῆς οὖν πάλιν οὔσης σιωπῆς ὁ Πομπήϊος ἔχων ἐν βιβλίῳ μικρῷ γεγραμμένον ὑπ αὐτοῦ λόγον Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρῆσθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν.

ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὖσα τὸ μέλλον ἀπεσκοπεῖτο, καὶ θαρρεῖν ἤρχετο πολλοὺς ὁρῶσα πρὸς τὴν ἀπόβασιν τῶν βασιλικῶν οἱο῀ν ἐπὶ τιμῇ καὶ δεξιώσει συνερχομένους, ἐν τούτῳ δὲ τὸν Πομπήϊον τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρός, ὅπως ῥᾷον ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος, εἶτα Σάλβιος μετ ἐκεῖνον, εἶτα Ἀχιλλᾶς ἐσπάσαντο τὰς μαχαίρας.

δὲ ταῖς χερσὶν ἀμφοτέραις τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μηδὲν εἰπὼν ἀνάξιον ἑαυτοῦ μηδὲ ποιήσας, ἀλλὰ στενάξας μόνον, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα μὲν ἑνὸς δέοντα βεβιωκὼς ἔτη, μιᾷ δ ὕστερον ἡμέρᾳ τῆς γενεθλίου τελευτήσας τὸν βίον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION