호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δ οὖν ἐνίκα φεύγειν εἰς τὴν Αἴγυπτον, ἀναχθεὶς ἀπὸ Κύπρου Σελευκίδι τριήρει μετὰ τῆς γυναικός τῶν δ ἄλλων οἱ μὲν ἐν μακραῖς ὁμοίως ναυσίν, οἱ δὲ ἐν ὁλκάσιν ἅμα συμπαρέπλεον, τὸ μὲν πέλαγος διεπέρασεν ἀσφαλῶς, πυθόμενος δὲ τὸν Πτολεμαῖον ἐν Πηλουσίῳ καθῆσθαι μετὰ στρατιᾶς, πολεμοῦντα πρὸς τὴν ἀδελφήν, ἐκεῖ κατέσχε, προπέμψας τὸν φράσοντα τῷ βασιλεῖ καὶ δεησόμενον.? ὁ μὲν οὖν Πτολεμαῖος ἦν κομιδῇ νέος:
ὁ δὲ πάντα διέπων τὰ πράγματα Ποθεινὸς ἤθροισε βουλὴν τῶν δυνατωτάτων ἐδύναντο δὲ μέγιστον οὓς ἐκεῖνος ἐβούλετο: καὶ λέγειν ἐκέλευσεν ἣν ἔχει γνώμην ἕκαστος, ἦν οὖν δεινὸν περὶ Πομπηϊού Μάγνου βουλεύεσθαι Ποθεινὸν τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν Χῖον, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλον ἀνειλημμένον, καὶ τὸν Αἰγύπτιον Ἀχιλλᾶν κορυφαιότατοι γὰρ ἦσαν ἐν κατευνασταῖς καὶ τιθηνοῖς τοῖς ἄλλοις οὗτοι σύμβουλοι. καὶ τοιούτου δικαστηρίου ψῆφον Πομπήϊος ἐπ ἀγκυρῶν πρόσω τῆς χώρας ἀποσαλεύων περιέμενεν, ὃν Καίσαρι σωτηρίας χάριν οὐκ ἦν ἄξιον ὀφείλειν.
τῶν μὲν οὖν ἄλλων τοσοῦτον αἱ γνῶμαι διέστησαν ὅσον οἱ μὲν ἀπελαύνειν ἐκέλευον, οἱ δὲ καλεῖν καὶ δέχεσθαι τὸν ἄνδρα: Θεόδοτος δὲ δεινότητα λόγου καὶ ῥητορείαν ἐπιδεικνύμενος οὐδέτερον ἀπέφηνεν ἀσφαλές, ἀλλὰ δεξαμένους μὲν ἕξειν Καίσαρα πολέμιον καὶ δεσπότην Πομπήϊον, ἀπωσαμένους δὲ καὶ Πομπηϊῴ τῆς ἐκβολῆς ὑπαιτίους ἔσεσθαι καὶ Καίσαρι τῆς διώξεως:
κράτιστον οὖν εἶναι μεταπεμψαμένους ἀνελεῖν τὸν ἄνδρα: καὶ γὰρ ἐκείνῳ χαριεῖσθαι καὶ τοῦτον οὐ φοβήσεσθαι. προσεπεῖπε δὲ διαμειδιάσας, ὥς φασιν, ὅτι νεκρὸς οὐ δάκνει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기