- 텍스트

Plutarch, Pompey, chapter 72

(플루타르코스, Pompey, chapter 72)

τραπομένων δὲ τούτων, ὡς κατεῖδε τὸν κονιορτὸν ὁ Πομπήϊος καὶ τὸ περὶ τοὺς ἱππέας πάθος εἴκασεν, ᾧ μὲν ἐχρήσατο λογισμῷ χαλεπὸν εἰπεῖν, μάλιστα δὲ ὅμοιος παράφρονι καὶ παραπλῆγι τὴν διάνοιαν, καὶ μηδ ὅτι Μάγνος ἐστὶ Πομπήϊος ἐννοοῦντι, μηδένα προσειπὼν ἀπῄει βάδην εἰς τὸν χάρακα, πάνυ τοῖς ἔπεσι πρέπων ἐκείνοις:? Ζεὺς δὲ πατὴρ Αἰάνθ ὑψίζυγος ἐν φόβον ὦρσε:

στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, τρέσσε δὲ παπτήνας ἐφ ὁμίλου. "οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν · ἄλλο δὲ μηδὲν εἰπών ἀναστὰς καὶ λαβὼν ἐσθῆτα τῇ παρούσῃ τύχῃ πρέπουσαν ὑπεξῆλθεν. ἔφυγε δὲ καὶ τὰ λοιπὰ τάγματα, καὶ φόνος ἐν τῷ στρατοπέδῳ πολὺς ἐγένετο σκηνοφυλάκων καὶ θεραπόντων στρατιώτας δὲ μόνους ἑξακισχιλίους πεσεῖν φησιν Ἀσίννιος Πολλίων, μεμαχημένος ἐκείνην τὴν μάχην μετὰ Καίσαρος.

αἱροῦντες δὲ τὸ στρατόπεδον ἐθεῶντο τὴν ἄνοιαν καὶ κουφότητα τῶν πολεμίων, πᾶσα γὰρ σκηνὴ μυρσίναις κατέστεπτο καὶ στρωμναῖς ἀνθιναῖς ἤσκητο καὶ τραπέζαις ἐκπωμάτων μεσταῖς καὶ κρατῆρες οἴνου προὔκειντο, καὶ παρασκευὴ καὶ κόσμος ἦν τεθυκότων καὶ πανηγυριζόντων μᾶλλον ἢ πρὸς μάχην ἐξοπλιζομένων.

οὕτω ταῖς ἐλπίσι διεφθαρμένοι καὶ γέμοντες ἀνοήτου θράσους ἐπὶ τὸν πόλεμον ἐχώρουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION