- 텍스트

Plutarch, Pompey, chapter 70

(플루타르코스, Pompey, chapter 70)

ἤδη δὲ συνθήματος διδομένου παρὰ ἀμφοτέρων καί τῆς σάλπιγγος ἀρχομένης ἐγκελεύεσθαι πρὸς τὴν σύστασιν, τῶν μὲν πολλῶν ἕκαστος ἐσκόπει τὸ καθ αὑτόν, ὀλίγοι δὲ Ῥωμαίων οἱ βέλτιστοι καί τινες Ἑλλήνων παρόντες ἔξω τῆς μάχης, ὡς ἐγγὺς ἦν τὸ δεινόν, ἐλογίζοντο τὴν πλεονεξίαν καί φιλονεικίαν, ὅπου φέρουσα τὴν ἡγεμονίαν ἐξέθηκεν.? ὅπλα γὰρ συγγενικὰ καί τάξεις ἀδελφαὶ καί κοινὰ σημεῖα καί μιᾶς πόλεως εὐανδρία τοσαύτη καί δύναμις αὐτὴ πρὸς ἑαυτὴν συνέπιπτεν, ἐπιδεικνυμένη τὴν ἀνθρωπίνην φύσιν, ὡς ἐν πάθει γενομένη τυφλόν ἐστι καὶ μανιῶδες, ἦν μὲν γὰρ ἤδη καθ ἡσυχίαν χρῄζουσιν ἄρχειν καί ἀπολαύειν τῶν κατειργασμένων τὸ πλεῖστον καί κράτιστον ἀρετῇ γῆς καί θαλάσσης ὑπήκοον, ἦν δ ἔτι τροπαίων καί θριάμβων ἔρωτι βουλομένους χαρίζεσθαι καί διψῶντας ἐμπίπλασθαι Παρθικῶν πολέμων ἢ Γερμανικῶν.

πολὺ δὲ καί Σκυθία λειπόμενον ἔργον καί Ἰνδοί, καὶ πρόφασις οὐκ ἄδοξος ἐπὶ ταῦτα τῆς πλεονεξίας ἡμερῶσαι τὰ βαρβαρικά, τίς δ ἂν ἢ Σκυθῶν ἵππος ἢ τοξεύματα Πάρθων ἢ πλοῦτος Ἰνδῶν ἐπέσχε μυριάδας ἑπτὰ Ῥωμαίων ἐν ὅπλοις ἐπερχομένας Πομπηϊού καί Καίσαρος ἡγουμένων, ὧν ὄνομα πολὺ πρότερον ἤκουσαν ἢ τὸ Ῥωμαίων·

οὕτως ἄμικτα καί ποικίλα καί θηριώδη φῦλα νικῶντες ἐπῆλθον. τότε δὲ ἀλλήλοις μαχούμενοι συνῄεσαν, οὐδὲ τὴν δόξαν αὑτῶν, δι ἣν τῆς πατρίδος ἠφείδουν, οἰκτείραντες, ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων.

ἡ μὲν γὰρ γενομένη συγγένεια καί τὰ Ιοὐλίας φίλτρα καί γάμος ἐκεῖνος εὐθὺς ἦν ἀπατηλὰ καί ὕποπτα κοινωνίας ἐπὶ χρείᾳ συνισταμένης ὁμηρεύματα, φιλίας δ ἀληθινῆς οὐ μετέσχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION