- 텍스트

Plutarch, Pompey, chapter 64

(플루타르코스, Pompey, chapter 64)

ἐν δὲ τῷ χρόνῳ τούτῳ μεγάλη συνέστη Πομπηϊῴ δύναμις, ἡ μὲν ναυτικὴ καὶ παντελῶς ἀνανταγώνιστος ἧ᾿σαν γὰρ αἱ μάχιμοι πεντακόσιαι, λιβυρνίδων δὲ καὶ κατασκόπων ὑπερβάλλων ἀριθμὸς, ἱππεῖς δέ, Ῥωμαίων καὶ Ἰταλῶν τὸ ἀνθοῦν, ἑπτακισχίλιοι, γένεσι καὶ πλούτῳ καὶ φρονήμασι διαφέροντες:? τὴν δὲ πεζὴν σύμμικτον οὖσαν καὶ μελέτης δεομένην ἐγύμναζεν ἐν Βεροίᾳ καθήμενος οὐκ ἀργός, ἀλλ ὥσπερ ἀκμάζοντι χρώμενος αὑτῷ πρὸς τὰ γυμνάσια. μεγάλη γὰρ ἦν ῥοπὴ πρὸς τὸ θαρρεῖν τοῖς ὁρῶσι Πομπήϊον Μάγνον ἑξήκοντα μὲν ἔτη δυεῖν λείποντα γεγενημένον, ἐν δὲ τοῖς ὅπλοις ἁμιλλώμενον πεζόν, εἶτα ἱππότην αὖθις ἑλκόμενόν τε τὸ ξίφος ἀπραγμόνως θέοντι τῷ ἵππῳ καὶ κατακλείοντα πάλιν εὐχερῶς, ἐν δὲ τοῖς ἀκοντισμοῖς οὐ μόνον ἀκρίβειαν, ἀλλὰ καὶ ῥώμην ἐπιδεικνύμενον εἰς μῆκος, ὃ πολλοὶ τῶν νέων οὐχ ὑπερέβαλλον.

ἐπεφοίτων δὲ καὶ βασιλεῖς ἐθνῶν καὶ δυνάσται, καὶ τῶν ἀπὸ Ῥώμης ἡγεμονικῶν ἀριθμὸς ἦν ἐντελοῦς βουλῆς περὶ αὐτόν.

ἦλθε δὲ καὶ Λαβιηνὸς ἀπολιπὼν Καίσαρα φίλος γεγονὼς καὶ συνεστρατευμένος ἐν Γαλατίᾳ, καὶ Βροῦτος, υἱὸς ὢν Βρούτου τοῦ περὶ Γαλατίαν σφαγέντος, ἀνὴρ μεγαλόφρων καὶ μηδέποτε Πομπήϊον προσειπὼν μηδὲ ἀσπασάμενος πρότερον ὡς φονέα τοῦ πατρός, τότε δὲ ὡς ἐλευθεροῦντι τὴν Ῥώμην ὑπέταξεν ἑαυτόν. Κικέρων δέ, καίπερ ἄλλα γεγραφὼς καὶ βεβουλευμένος, ὅμως κατῃδέσθη μὴ γενέσθαι τοῦ προκινδυνεύοντος ἀριθμοῦ τῆς πατρίδος.

ἦλθε δὲ καὶ Τίδιος Σέξτιος, ἐσχατόγηρως ἀνὴρ θάτερον πεπηρωμένος σκέλος, εἰς Μακεδονίαν ὃν τῶν ἄλλων γελώντων καὶ χλευαζόντων, ὁ Πομπήϊος ἰδὼν ἐξανέστη καὶ προσέδραμε, μέγα νομίζων μαρτύριον εἶναι καὶ τοὺς παρ ἡλικίαν καὶ παρὰ δύναμιν αἱρουμένους τὸν μετ αὐτοῦ κίνδυνον ἀντὶ τῆς ἀσφαλείας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION