- 텍스트

Plutarch, Pompey, chapter 46

(플루타르코스, Pompey, chapter 46)

ἡλικίᾳ δὲ τότε ἦν, ὡς μὲν οἱ κατὰ πάντα τῷ Ἀλεξάνδρῳ παραβάλλοντες αὐτὸν καὶ προσβιβάζοντες ἀξιοῦσι, νεώτερος τῶν τριάκοντα καὶ τεττάρων ἐτῶν, ἀληθείᾳ δὲ τοῖς τετταράκοντα προσῆγεν.? ὡς ὤνητό γ ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος, ἄχρι οὗ τὴν Ἀλεξάνδρου τύχην ἔσχεν: ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπιφθόνους, ἀνηκέστους δὲ τὰς δυστυχίας. ἣν γὰρ ἐκ προσηκόντων αὐτὸς ἐκτήσατο δύναμιν ἐν τῇ πόλει, ταύτῃ χρώμενος ὑπὲρ ἄλλων οὐ δικαίως, ὅσον ἐκείνοις ἰσχύος προσετίθει τῆς ἑαυτοῦ δόξης ἀφαιρῶν, ἔλαθε ῥώμῃ καὶ μεγέθει τῆς αὐτοῦ δυνάμεως καταλυθείς, καὶ καθάπερ τὰ καρτερώτατα μέρη καὶ χωρία τῶν πόλεων, ὅταν δέξηται πολεμίους, ἐκείνοις προστίθησι τὴν αὑτῶν ἰσχύν, οὕτως διὰ τῆς Πομπηϊού δυνάμεως Καῖσαρ ἐξαρθεὶς ἐπὶ τὴν πόλιν κατὰ τῶν ἄλλων ἴσχυσε, τοῦτον ἀνέτρεψε καὶ κατέβαλεν.

ἐπράχθη δὲ οὕτως. Λεύκολλον, ὡς ἐπανῆλθεν ἐξ Ἀσίας ὑπὸ Πομπηϊού περιϋβρισμένος, αὐτίκα τε λαμπρῶς ἡ σύγκλητος ἐδέξατο, καὶ μᾶλλον ἔτι Πομπηϊού παραγενομένου κολούουσα τὴν δόξαν ἤγειρεν ἐπὶ τὴν πολιτείαν.

ὁ δὲ τἆλλα μὲν ἀμβλὺς ἦν ἤδη καὶ κατέψυκτο τὸ πρακτικόν, ἡδονῇ σχολῆς καὶ ταῖς περί τὸν πλοῦτον διατριβαῖς ἑαυτὸν ἐνδεδωκώς, ἐπὶ δὲ Πομπήϊον εὐθὺς ἀϊ´ξας καὶ λαβόμενος ἐντόνως αὐτοῦ περί τε τῶν διατάξεων ἃς ἔλυσεν ἐκράτει, καὶ πλέον εἶχεν ἐν τῇ βουλῇ συναγωνιζομένου Κάτωνος, ἐκπίπτων δὲ καὶ περιωθούμενος ὁ Πομπήϊος ἠναγκάζετο δημαρχοῦσι προσφεύγειν καὶ προσαρτᾶσθαι μειρακίοις: ὥσπερ οὐ καταισχύνων, ἀλλὰ εὐεργετῶν, ὃν ὕστερον ἔλαβε παρὰ Πομπηϊού, προέσθαι Κικέρωνα, φίλον ὄντα καὶ πλεῖστα δὴ πεπολιτευμένον ὑπὲρ αὐτοῦ.

κινδυνεύοντι γὰρ αὐτῷ καὶ δεομένῳ βοηθείας οὐδὲ εἰς ὄψιν προῆλθεν, ἀλλὰ τοῖς ἥκουσιν ἀποκλείσας τὴν αὔλειον ἑτέραις θύραις ᾤχετο ἀπιών. Κικέρων δὲ φοβηθεὶς τὴν κρίσιν ὑπεξῆλθε τῆς Ῥώμης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION