호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λόγοι δὲ παντοδαποὶ περὶ τοῦ Πομπηϊού προκατέπιπτον εἰς τὴν Ῥώμην, καὶ θόρυβος ἦν πολύς, ὡς εὐθὺς ἄξοντος ἐπὶ τὴν πόλιν τὸ στράτευμα καὶ μοναρχίας βεβαίας ἐσομένης.? Κράσσος δὲ τοὺς παῖδας καὶ τὰ χρήματα λαβὼν ὑπεξῆλθεν, εἴτε δείσας ἀληθῶς, εἴτε μᾶλλον, ὡς ἐδόκει, πίστιν ἀπολείπων τῇ διαβολῇ καὶ τὸν φθόνον ποιῶν τραχύτερον. εὐθὺς οὖν ἐπιβὰς Ἰταλίας ὁ Πομπήϊος καὶ συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας καὶ τὰ πρέποντα διαλεχθεὶς καὶ φιλοφρονησάμενος, ἐκέλευσε διαλύεσθαι κατὰ πόλιν ἑκάστους καὶ τρέπεσθαι πρὸς τὰ οἰκεῖα, μεμνημένους αὖθις ἐπὶ τὸν θρίαμβον αὐτῷ συνελθεῖν.
ὁρῶσαι γὰρ αἱ πόλεις Πομπήϊον Μάγνον ἄνοπλον καὶ μετ ὀλίγων τῶν συνήθων ὥσπερ ἐξ ἄλλης ἀποδημίας διαπορευόμενον, ἐκχεόμεναι δι εὔνοιαν καὶ προπέμπουσαι μετὰ μείζονος δυνάμεως συγκατῆγον εἰς τὴν Ῥώμην, εἴ τι κινεῖν διενοεῖτο καὶ νεωτερίζειν τότε, μηδὲν ἐκείνου δεόμενον τοῦ στρατεύματος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기