- 텍스트

Plutarch, Pompey, chapter 30

(플루타르코스, Pompey, chapter 30)

ἀπαγγελθέντος δὲ εἰς Ῥώμην πέρας ἔχειν τὸν πειρατικὸν πόλεμον καὶ σχολὴν ἄγοντα τὸν Πομπήϊον ἐπέρχεσθαι τὰς πόλεις, γράφει νόμου εἷς τῶν δημάρχων Μάλλιος, ὅσης Λεύκολλος ἄρχει χώρας καὶ δυνάμεως, Πομπήϊον παραλαβόντα πᾶσαν, προσλαβόντα δὲ καὶ Βιθυνίαν, ἣν ἔχει Γλαβρίων, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης ἐφ οἷς ἔλαβεν ἐξ ἀρχῆς.? τοῦτο δ ἦν ἐφ ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν ὧν γὰρ ἐδόκει μόνων ἐπαρχιῶν μὴ ἐφικνεῖσθαι τῷ προτέρῳ νόμῳ, Φρυγίας, Λυκαονίας, Γαλατίας, Καππαδοκίας, Κιλικίας, τῆς ἄνω Κολχίδος, Ἀρμενίας, αὗται προσετίθεντο μετὰ στρατοπέδων καὶ δυνάμεων αἷς Λεύκολλος κατεπολέμησε Μιθριδάτην καὶ Τιγράνην.

ἀλλὰ Λευκόλλου μὲν ἀποστερουμένου τὴν δόξαν ὧν κατειργάσατο καὶ θριάμβου μᾶλλον ἢ πολέμου διαδοχὴν λαμβάνοντος, ἥττων λόγος ἦν τοῖς ἀριστοκρατικοῖς, καίπερ οἰομένοις ἄδικα καὶ ἀχάριστα πάσχειν τὸν ἄνδρα, τὴν δὲ δύναμιν τοῦ Πομπηϊού βαρέως φέροντες ὡς τυραννίδα καθισταμένην, ἰδίᾳ παρεκάλουν καὶ παρεθάρρυνον αὑτοὺς ἐπιλαβέσθαι τοῦ νόμου καὶ μὴ προέσθαι τὴν ἐλευθερίαν.

τὸν δῆμον φοβηθέντες ἐξέλιπον καὶ κατεσιώπησαν οἱ λοιποί, Κάτλος δὲ τὸν νόμου πολλὰ κατηγορήσας καὶ τοῦ δημάρχου, μηδένα δὲ πείθων, ἐκέλευε τὴν βουλὴν ἀπὸ τοῦ βήματος κεκραγὼς πολλάκις ὄρος ζητεῖν, ὥσπερ οἱ πρόγονοι, καὶ κρημνόν, ὅπου καταφυγοῦσα διασώσει τὴν ἐλευθερίαν.

ἐκυρώθη δ οὖν ὁ νόμος, ὡς λέγουσι, πάσαις ταῖς φυλαῖς, καὶ κύριος ἀποδέδεικτο μὴ παρὼν ὁ Πομπήϊος ἁπάντων σχεδὸν ὧν ὁ Σύλλας ὅπλοις καὶ πολέμῳ τῆς πόλεως κρατήσας.

"φεῦ τῶν ἀνηνύτων ἄθλων, ὡς ἄρα κρεῖττον ἦν ἕνα τῶν ἀδόξων γενέσθαι, εἰ μηδέποτε παύσομαι στρατευόμενος μηδὲ τὸν φθόνον τοῦτον ἐκδὺς ἐν ἀγρῷ διαιτήσομαι μετὰ τῆς γυναικός. ἐφ οἷς λεγομένοις οὐδ οἱ πάνυ συνήθεις ἔφερον αὐτοῦ τὴν εἰρωνείαν, γινώσκοντες ὅτι τῆς ἐμφύτου φιλοτιμίας καὶ φιλαρχίας ὑπέκκαυμα τὴν πρὸς Λεύκολλον ἔχων διαφορὰν μειζόνως ἔχαιρεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION