- 텍스트

Plutarch, Pompey, chapter 15

(플루타르코스, Pompey, chapter 15)

Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον δόξης πρόεισι καί δυνάμεως, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε:? "ὦ νεανία, χαίροντα τῇ νίκῃ:

"πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καί καλά, Κάτλου τὸν πάντων ἀρίστου Λέπιδον τὸν πάντων κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον, σοῦ τὸν δῆμον οὕτω παρασκευάσαντος· "ὡρ´α μέντοι σοι μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν: "ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατεσκεύακας. ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις ἃς ἔγραψεν. ἑτέροις γὰρ φίλοις δωρεὰς ἀπολιπών, καί τοῦ παιδὸς ἀποδείξας ἐπιτρόπους, τὸν Πομπήϊον ὅλως παρῆλθεν.

ἤνεγκε μέντοι τοῦτο μετρίως πάνυ καί πολιτικῶς ἐκεῖνος, ὥστε Λεπίδου καί τινων ἄλλων ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι, βοηθῆσαι καί παρασχεῖν δόξαν ἅμα ταῖς ταφαῖς καί ἀσφάλειαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION