- 텍스트

Plutarch, Antony, chapter 76

(플루타르코스, Antony, chapter 76)

ἅμα δὲ ἡμέρᾳ τὸν πεζὸν αὐτὸς ἐπὶ τῶν πρὸ τῆς πόλεως λόφων ἱδρύσας ἐθεᾶτο τὰς ναῦς ἀνηγμένας καὶ ταῖς τῶν πολεμίων προσφερομένας:? καὶ περιμένων ἔργον τι παρ ἐκείνων ἰδεῖν ἡσύχαζεν. οἱ δὲ ὡς ἐγγὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺς Καίσαρος, ἐκείνων τε ἀντασπασαμένων μετεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν ὁ στόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴν πόλιν ἀντίπρῳρος. τοῦτο Ἀντώνιος ἰδὼν ἀπελείφθη μὲν εὐθὺς ὑπὸ τῶν ἱππέων μεταβαλομένων, ἡττηθεὶς δὲ τοῖς πεζοῖς ἀνεχώρησεν εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας προδεδόσθαι βοῶν οἷς δἰ ἐκείνην ἐπολέμησεν.

ἡ δὲ τὴν ὀργὴν αὐτοῦ φοβηθεῖσα καὶ τὴν ἀπόνοιαν εἰς τὸν τάφον κατέφυγε καὶ τοὺς καταρράκτας ἀφῆκε κλείθροις καὶ μοχλοῖς καρτεροὺς ὄντας: πρὸς δὲ Ἀντώνιον ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι τέθνηκε. "τί ἔτι μέλλεις, Ἀντώνιε·

"οὐκ ἄχθομαί σου στερούμενος: "αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι: "ἀλλ ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος. ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα.

τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. "ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις: καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον. ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή.

διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION