- 텍스트

Plutarch, Antony, chapter 70

(플루타르코스, Antony, chapter 70)

ὁ δὲ Τίμων ἦν Ἀθηναῖος, καὶ γέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος δραμάτων λαβεῖν ἔστι.? κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυσμενὴς καὶ μισάνθρωπος: ἐκκλίνων δὲ καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην, νέον ὄντα καὶ θρασύν, ἠσπάζετο καὶ κατεφίλει προθύμως. Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο. τὸν δὲ Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο:

"μὴ παρῆς. λέγεται δὲ Ἀθηναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμα ποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάλην διὰ τὸ παράδοξον: εἶτα εἰπεῖν:

"ἔστι μοι μικρὸν οἰκόπεδον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. "μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν, ἀπάγξωνται. τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον. ἦν δ ἐπιγεγραμμένον:

ἐνθάδ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι. τοὔνομα δ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε. καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι: Τίμων μισάνθ ρωπος ἐνοικέω. ἀλλὰ πάρελθε, οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION