호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δ οὖν τὸν Ἀντώνιον ἡρ´πασεν ὥστε, πολεμούσης μὲν ἐν Ῥώμῃ Καίσαρι Φουλβίας τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνου πραγμάτων, αἰωρουμένης δὲ Παρθικῆς στρατιᾶς περὶ τὴν Μεσοποταμίαν, ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπιβατεύσειν ἔμελλον, οἴχεσθαι φερόμενον ὑπ αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίου σχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς Ἀντιφῶν εἶπεν, ἀνάλωμα, τὸν χρόνον.? ἦν γάρ τις αὐτοῖς σύνοδος ἀμιμητοβίων λεγομένη:
καὶ καθ ἡμέραν εἱστίων ἀλλήλους, ἄπιστόν τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁ Ἀμφισσεὺς ἰατρὸς εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε, μανθάνων τὴν τέχνην, γενόμενος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθης ἀναπεισθῆναι νέος ὢν ὑπ αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι. παρεισαχθεὶς οὖν εἰς τοὐπτανεῖον, ὡς τά τε ἄλλα πάμπολλα ἑώρα καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι τὸ πλῆθος τῶν δειπνούντων.
τὸν δὲ ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶ δώδεκα: δεῖ δ ἀκμὴν ἔχειν τῶν παρατιθεμένων ἕκαστον, ἣν ἀκαρὲς ὡρ´ας μαραίνει. καὶ γὰρ αὐτίκα γένοιτ ἂν Ἀντώνιον δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δὲ οὕτω τύχῃ, παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου τινὸς ἐμπεσόντος. ὅθεν οὐχ ἕν, ἀλλὰ πολλά, φάναι, δεῖπνα συντέτακται:
δυσστόχαστος γὰρ ὁ καιρός. ταῦτα οὖν ὁ Φιλώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖς θεραπεύουσι γενέσθαι τὸν πρεσβύτατον τῶν Ἀντωνίου παίδων, ὃν ἐκ Φουλβίας εἶχε, καὶ συνδειπνεῖν παρ αὐτῷ μετὰ τῶν ἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δειπνοίη μετὰ τοῦ πατρός. ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι τοιούτῳ σοφίσματι:
"τῷ πως πυρεττοντι δοτέον ψυχρόν: "πᾶς δὲ ὁ πυρέττων πως πυρέττει: "παντὶ ἄρα πυρέττοντι δοτέον ψυχρόν. δείξαντα πολλῶν τινων καὶ μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν. αὐτοῦ δὲ τὴν μὲν προθυμίαν ἀποδεξαμένου, πόρρω δ ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰ μικρὸν ἁψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν καὶ σημήνασθαι κελεύειν.
"ὀκνεῖς· "οὐκ οἶδας ὡς ὁ διδοὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρεστι χρυσᾶ χαρίσασθαι· "ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν: "ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια τῶν παλαιῶν ὄντα καὶ σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων. ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기