- 텍스트

Plutarch, Antony, chapter 27

(플루타르코스, Antony, chapter 27)

τῇ δ ὑστεραίᾳ πάλιν ἀνθεστιῶν αὐτὴν ἐφιλοτιμήθη μὲν ὑπερβαλέσθαι τὴν λαμπρότητα καὶ τὴν ἐμμέλειαν, ἀμφοῖν δὲ λειπόμενος, καὶ κρατούμενος ἐν αὐτοῖς ἐκείνοις, πρῶτος ἔσκωπτεν εἰς αὐχμὸν καὶ ἀγροικίαν τὰ παρ αὑτῷ.? πολὺν δὲ ἡ Κλεοπάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸν στρατιώτην ἐνορῶσα καὶ βάναυσον, ἐχρῆτο καὶ τούτῳ πρὸς αὐτὸν ἀνειμένως ἤδη καὶ κατατεθαρρηκότως. καὶ γὰρ ἦν, ὡς λέγουσιν, αὐτὸ μὲν καθ αὑτὸ τὸ κάλλος αὐτῆς οὐ πάνυ δυσπαράβλητον, οὐδὲ οἱο῀ν ἐκπλῆξαι τοὺς ἰδόντας, ἁφὴν δ εἶχεν ἡ συνδιαίτησις ἄφυκτον, ἥ τε μορφὴ μετὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος καὶ τοῦ περιθέοντος ἅμα πως περὶ τὴν ὁμιλίαν ἤθους ἀνέφερέ τι κέντρον.

ἡδονὴ δὲ καὶ φθεγγομένης ἐπῆν τῷ ἤχῳ:

καὶ τὴν γλῶτταν, ὥσπερ ὄργανόν τι πολύχορδον, εὐπετῶς τρέπουσα καθ ἣν βούλοιτο διάλεκτον ὀλίγοις παντάπασι δἰ ἑρμηνέως ἐνετύγχανε βαρβάροις, τοῖς δὲ πλείστοις αὐτὴ δἰ αὑτῆς ἀπεδίδου τὰς ἀποκρίσεις, οἱο῀ν Αἰθίοψι, Τρωγλοδύταις, Ἑβραίοις, Ἄραψι, Σύροις, Μήδοις, Παρθυαίοις. πολλῶν δὲ λέγεται καὶ ἄλλων ἐκμαθεῖν γλώττας, τῶν πρὸ αὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνασχομένων παραλαβεῖν διάλεκτον, ἐνίων δὲ καὶ τὸ μακεδονίζειν ἐκλιπόντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION