- 텍스트

Plutarch, Antony, chapter 10

(플루타르코스, Antony, chapter 10)

ταῦτα καὶ τὴν στάσιν αὐξῆσαι δοκεῖ καὶ τὸ στρατιωτικὸν εἰς ὕβρεις δεινὰς καὶ πλεονεξίας ἀνεῖναι.? διὸ καὶ Καῖσαρ ἐπανελθὼν Δολοβέλλᾳ τε συγγνώμην ἔδωκε, καὶ τὸ τρίτον αἱρεθεὶς ὕπατος οὐκ Ἀντώνιον, ἀλλὰ Λέπιδον εἵλετο συνάρχοντα. τὴν δὲ Πομπηϊού πωλουμένην οἰκίαν ὠνήσατο μὲν Ἀντώνιος, ἀπαιτούμενος δὲ τὴν τιμὴν ἠγανάκτει:

καί φησιν αὐτὸς διὰ τοῦτο μὴ μετασχεῖν Καίσαρι τῆς εἰς Λιβύην στρατείας, ἐπὶ τοῖς προτέροις κατορθώμασιν οὐ τυχὼν ἀμοιβῆς. ἐοίκε μέντοι τὸ πολὺ τῆς ἀβελτερίας αὐτοῦ καὶ ἀσωτίας ἀφελεῖν ὁ Καῖσαρ, οὐκ ἀναισθήτως τὰ πλημμελήματα δεξάμενος. ἀπαλλαγεὶς γὰρ ἐκείνου τοῦ βίου γάμῳ προσέσχε, Φουλβίαν ἀγαγόμενος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσασαν, οὐ ταλασίαν οὐδὲ οἰκουρίαν φρονοῦν γύναιον, οὐδὲ ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιοῦν, ἀλλ ἄρχοντος ἄρχειν καὶ στρατηγοῦντος στρατηγεῖν βουλόμενον, ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίου γυναικοκρατίας ὀφείλειν, πάνυ χειροήθη καὶ πεπαιδαγωγημένον ἀπ ἀρχῆς ἀκροᾶσθαι γυναικῶν παραλαβοῦσαν αὐτόν.

οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος:

οἱο῀ν ὅτε, Καίσαρι πολλῶν ἀπαντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν. εἶτα ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης ὡς ἐπίασιν οἱ πολέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψεν εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν Φουλβίᾳ παρ Ἀντωνίου κομίζειν εἰσήχθη πρὸς αὐτὴν ἐγκεκαλυμμένος. εἶτα ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματα λαβεῖν ἠρώτησεν εἰ ζῇ ὁ Ἀντώνιος:

ὁ δὲ τὴν ἐπιστολὴν σιωπῇ προτείνας ἀρξαμένην λύειν καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλησε. ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνεκα δείγματος ἐξενηνόχαμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION