호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ τὰ γραφέντα ἐν ταῖσ συνθήκαισ τοιάδε· Ῥωμαίοισ καὶ ταῖσ Λατίνων πόλεσιν ἁπάσαισ εἰρήνη πρὸσ ἀλλήλουσ ἔστω, μέχρισ ἂν οὐρανόσ τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι· καὶ μήτ’ αὐτοὶ πολεμείτωσαν πρὸσ ἀλλήλουσ μήτ’ ἄλλοθεν πολέμουσ ἐπαγέτωσαν, μήτε τοῖσ ἐπιφέρουσι πόλεμον ὁδοὺσ παρεχέτωσαν ἀσφαλεῖσ βοηθείτωσάν τε τοῖσ πολεμουμένοισ ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείασ τῆσ ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέροσ ἑκάτεροι· τῶν τ’ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεισ ἐν ἡμέραισ γιγνέσθωσαν δέκα, παρ’ οἷσ ἂν γένηται τὸ συμβόλαιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기